Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.62 Joseph. AJ 17.67 (English) >>Joseph. AJ 17.71

17.65ταῦτα εἰς ἐπίστασιν Ἡρώδην ἄγει, καὶ τὰ πάντα βασάνοις τῶν γυναικῶν ἀνάπυστα ἦν, οἵ τε κῶμοι καὶ κρυπταὶ σύνοδοι καὶ δὴ καὶ λόγων πρὸς μόνον τὸν υἱὸν εἰρημένων ἐξοίσεις πρὸς τὰς Φερώρου γυναῖκας· ἦν δὲ ταλάντων ἑκατὸν δωρεὰς ἐπικρύπτεσθαι φράζειν πρὸς Φερώραν τῷ Ἀντιπάτρῳ κέλευσις ὑπὸ τοῦ πατρός· 17.66μῖσός τε πρὸς τὸν πατέρα καὶ ὀλοφυρμοὶ πρὸς τὴν μητέρα, ὡς ἐπὶ μήκιστον τοῦ πατρὸς βιοῦν ἐξηγμένου καὶ αὐτῷ μηδὲν ἐλάσσονος τοῦ γήρως ἐπικειμένου, ὡς μηδʼ ἂν ἐλθοῦσαν τὴν βασιλείαν ὁμοίως εὐφρᾶναί ποτʼ αὐτόν· παρατρέφεσθαί τε πολλοὺς ἐπὶ τῇ βασιλείᾳ καὶ ἀδελφοὺς καὶ ἀδελφῶν παῖδας οὐδαμῶς ἀδεῆ τὴν ἐλπίδα παρεχομένους τἀσφαλοῦς· 17.67καὶ γὰρ δὴ καὶ νῦν, εἴ τι πάσχειν, αὐτὸν ἀδελφῷ μᾶλλον παιδὶ τῷ αὐτοῦ κελεύειν τὴν ἀρχὴν δίδοσθαι. ὠμότητά τε πολλὴν κατηγόρει τοῦ βασιλέως καὶ τὰς σφαγὰς τῶν υἱέων, φόβῳ τε μὴ καὶ αὐτῶν ἅπτοιτο ἤδη τὸν μὲν ἐπὶ Ῥώμης ἄρασθαι τέχνην ἐπινοῆσαι, Φερώραν δὲ ἐπὶ τῆς αὐτοῦ τετραρχίας. 17.68

Ταῦτα συνῇδεν γὰρ τοῖς λόγοις τῆς ἀδελφῆς, καὶ πολὺ τοῦ μὴ ἀπιστίαν ἔτι ὑποπτεύεσθαι συνῆγεν αὐτοῖς, βασιλεὺς κρατυνάμενος ἐπὶ κακίᾳ τῇ Ἀντιπάτρου τὴν Δῶριν τὴν μητέρα αὐτοῦ πάντα τὸν περὶ αὐτὴν κόσμον ταλάντων πολλῶν ὄντα ἀφελόμενος ἔπειτα αὐτὴν ἀποπέμπεται καὶ ταῖς Φερώρου γυναιξὶν φιλίαν ἐσπείσατο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.62 Joseph. AJ 17.67 (English) >>Joseph. AJ 17.71

Powered by PhiloLogic